伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第30章 渔夫

渔夫在一条河里捕鱼。他向河两岸张开网,再用绳子拴块石头击水,好吓得鱼逃跑,不知不觉地蹿进网里。当地住户有人看见他这样做,指责他把河水搅混,使他们喝不上清水。渔夫回答说:“如果我不这样把河水搅混,我就得饿死。”

公民中那些好蛊惑人心的人也是这样做的,好使国家陷入混乱。

26. ἁλιεύς

ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα,προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ,ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο·“ἀλλ᾽ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται,ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.”

οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται,ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.